Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.1 Joseph. BJ 6.7 (English) >>Joseph. BJ 6.14

6.4πεφυρμένοι δʼ ὁμοφύλῳ φόνῳ τὰς δεξιὰς ἐπὶ τὸν πρὸς τοὺς ἀλλοφύλους πόλεμον ἐξέθεον, ὀνειδίζοντες, ἔμοιγε δοκεῖν, τὸ θεῖον εἰς βραδυτῆτα τῆς ἐπʼ αὐτῶν κολάσεως· οὐ γὰρ ἐλπίδι νίκης πόλεμος, ἤδη δὲ ἀπογνώσει σωτηρίας ἐθρασύνετο. 6.5Ῥωμαῖοι δὲ

-- --

καίτοι πολλὰ περὶ τὴν τῆς ὕλης συγκομιδὴν ταλαιπωρούμενοι τὰ χώματα διήγειραν μιᾷ καὶ εἴκοσιν ἡμέραις, κείραντες, ὡς προείρηται, τὴν περὶ τὸ ἄστυ χώραν ἐπʼ ἐνενήκοντα σταδίους ἐν κύκλῳ πᾶσαν. 6.6ἦν δʼ ἐλεεινὴ καὶ τῆς γῆς θέα· τὰ γὰρ πάλαι δένδρεσι καὶ παραδείσοις κεκοσμημένα τότε πανταχόθεν ἠρήμωτο καὶ περικέκοπτο τὴν ὕλην, 6.7οὐδείς τε τὴν πάλαι Ἰουδαίαν καὶ τὰ περικαλλῆ προάστεια τῆς πόλεως ἑωρακὼς ἀλλόφυλος, ἔπειτα τὴν τότε βλέπων ἐρημίαν οὐκ ὠλοφύρατο καὶ κατεστέναξεν τὴν μεταβολὴν παρʼ ὅσον γένοιτο· 6.8πάντα γὰρ ἐλυμήνατο τὰ σημεῖα τοῦ κάλλους πόλεμος, καὶ οὐκ ἄν τις ἐξαπίνης ἐπιστὰς τῶν προεγνωκότων ἐγνώρισε τὸν τόπον, ἀλλὰ παρὼν ἐζήτει τὴν πόλιν. 6.9

Ῥωμαίοις δὲ καὶ Ἰουδαίοις τὸ τέλος τῶν χωμάτων ἴσην ἐνεποίει δέους ἀρχήν· 6.10οἱ μὲν γάρ, εἰ μὴ καὶ ταῦτα καύσειαν, ἁλώσεσθαι τὴν πόλιν προσεδόκων, Ῥωμαῖοι δʼ οὐκ ἂν ἔθʼ αἱρήσειν κἀκείνων διαφθαρέντων. 6.11ὕλης τε γὰρ ἦν ἀπορία, καὶ τῶν μὲν πόνων ἤδη τὸ σῶμα, τῶν δὲ ἐπαλλήλων πταισμάτων αἱ ψυχαὶ τοῖς στρατιώταις ἐλείποντο.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.1 Joseph. BJ 6.7 (English) >>Joseph. BJ 6.14

Powered by PhiloLogic